Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.29 Joseph. AJ 12.34 (English) >>Joseph. AJ 12.38

12.32εἰς τὴν βασιλικὴν κτῆσιν ἀνενεχθῆναι βούλομαι.” τούτου δὲ τοῦ προστάγματος ἀναγνωσθέντος τῷ βασιλεῖ καὶ τὰ μὲν ἄλλα ἔχοντος, μόνου δὲ λείποντος τοῦ περὶ τῶν πρότερον καὶ τῶν αὖθις εἰσηγμένων Ἰουδαίων μὴ διεστάλθαι, προσέθηκεν αὐτὸς μεγαλοφρόνως καὶ τὸ περὶ τούτων φιλάνθρωπον, καὶ τὴν τῶν διαφόρων δόσιν οὖσαν ἀθρόαν ἐκέλευσεν τοῖς ὑπηρέταις τῶν πραγμάτων ἀπομερίσαι καὶ τοῖς βασιλικοῖς τραπεζίταις. 12.33γενομένου δὲ τούτου ταχέως ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις τέλος εἰλήφει τὰ δοχθέντα τῷ βασιλεῖ, τάλαντα δʼ ὑπὲρ ἑξήκοντα καὶ τετρακόσια τῶν λύτρων ἐγένετο· καὶ γὰρ ὑπὲρ τῶν νηπίων εἰσέπραττον οἱ δεσπόται τὰς εἴκοσι καὶ ἑκατὸν δραχμάς, ὡς τοῦ βασιλέως καὶ ὑπὲρ τούτων διδόναι κελεύσαντος ἐν τῷ προγράψαι ὑπὲρ ἑκάστου σώματος λαμβάνειν τὸ προειρημένον. 12.34

Ἐπειδὴ δὲ ταῦτʼ ἐγένετο κατὰ τὴν τοῦ βασιλέως βούλησιν μεγαλοπρεπῶς, ἐκέλευσε τὸν Δημήτριον εἰσδοῦναι καὶ τὸ περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς δόγμα· οὐδὲν γὰρ εἰκῆ τοῖς βασιλεῦσιν ᾠκονομεῖτο, πάντα δὲ μετὰ πολλῆς ἐπιμελείας ἐπράττετο. 12.35διὸ καὶ τὸ τῆς εἰσδόσεως ἀντίγραφον καὶ τὸ τῶν ἐπιστολῶν κατατέτακται καὶ τὸ πλῆθος τῶν ἀπεσταλμένων ἀναθημάτων καὶ τὸ ἐφʼ ἑκάστου κατασκευασθέν, ὡς ἀκριβεστάτην εἶναι τὴν τοῦ τεχνίτου τοῖς ὁρῶσι μεγαλουργίαν, καὶ διὰ τὴν τῶν κατασκευασμάτων ἐξοχὴν τὸν ἑκάστου δημιουργὸν εὐθέως ποιήσειν γνώριμον. τῆς μέντοι γε εἰσδόσεως τὸ ἀντίγραφον ὑπῆρχε τοιοῦτον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.29 Joseph. AJ 12.34 (English) >>Joseph. AJ 12.38

Powered by PhiloLogic